monumenta.ch > Gregorius Magnus > 1G
Gregorius Magnus, Dialogi, 2, PROLOGUS_L <<<     >>> PRIMUM_L De capisterii fracti reparatione

Gregorius Magnus, Dialogi, 2, CAPUT PRIMUM_G ΚΕΦΑΛ. Α′. Περὶ τοῦ κλασθέντος μαγιδίου, καὶ διὰ προσευχῆς τοῦ ἁγίου σώου γεγονότος.

1 Οὗτος τοίνυν πολὺς ἐν ἀρεταῖς διαλάμψας πατὴρ Βενέδικτος, ὡς ἤδη καταλείψας τὴν τοῦ βίου ματαιότητα, ἐπιθυμίαν θεάρεστον εἰσδέχεται τῇ ψυχῇ οἰκῆσαι τὴν ἔρημον· δὲ τούτου τροφὸς ἥτις αὒτὸν θερμῶς ἠγάπα, μόνη τῷ ἱερῷ τούτῷ ἠκολούθησε νεανίᾳ.
2 Ὁπόταν δὲ τὸν τόπον κατέλαβον, τὸν ἐπιχωρίως ὀνομαζόμενον Ἐνφεῖδε, πολλοὶ εὐλαβέστατοι ἄνδρες, τῇ πρὸς αὐτὸν πνευματικῇ ἀγάπῃ ἑλκόμενοι, ἐκεῖσε παραγενόμενοι, ἐν τῷ τοῦ ἁγίου Πέτρου ναῷ σὺν αὐτῷ διέτριβον· προλεχθεῖσα τοῦ ἀοιδίμου τούτου πατρὸς Βενεδίκτου τροφὸς ἐπὶ τὸ καθαρίσαι σῖτον ἐκ τῶν πόῥῤωθεν οἰκουσῶν γυναικῶν, ἐν χρήσει μαγίδιν [μαγίδιον] ᾐτήσατο· ὅπερ λαβοῦσα, ἐπάνω τῆς τραπέζης ἁπλῶς καὶ ὡς ἔτυχεν ἔθετο.
3 Ὑπὸ τοῦ μισοκάλου οὖν δαίμονος ῥιφὲν ἐκλάσθη, καὶ εἰς μέρη δύο εὑρέθη διαχωρισθέν. Ὑποστρέψασα οὖν τοῦ ἁγίου τροφὸς, καὶ εὑροῦσα τὸ αὐτὸ μαγίδιν εἰς δύο διαιρεθὲν μέρη, σφοδροτάτως ἤρξατο κλαίειν, ὅτι τὸ ἐν χρήσει ληφθὲν παρ᾽ αὐτῆς σκεῦος κεκλασμένον ἑώρα.
4 Βενέδικτος δὲ σπουδαιότατος καὶ Θεοῦ θεράπων, ἡνίκα τὴν ἑαυτοῦ τροφὸν κλαίουσαν ἐθεάσατο, τῷ πόνω καὶ τοῖς δάκρυσιν αὐτῆς συμπαθήσας, λαβὼν μεθ᾽ ἑαυτοῦ τὰ ἀμφότερα τοῦ κεκλασμένου μαγιδίου μέρη, ἑαυτὸν μετὰ δακρύων ἐν τῇ πρὸς Θεὸν δεήσει ὑπέστρωσεν.
5 Ὅστις ἀπὸ τῆς εὐχῆς ἀναστὰς, πλησίον ἑαυτοῦ τὸ σκεῦος κείμενον, ἀκέραιον εὗρεν, ὥστε μηδὲ ἴχνος ἐν αὐτῷ τοῦ κλάσματος εὑρεθῆναι· εὐθέως δὲ τὴν τροφὸν αὐτοῦ παρακλητικοῖς τε καὶ παραινετικοῖς λόγοις ἐπαλείψας, τοῦ μὴ ἀθυμεῖν ἐν ταῖς συμβαινούσαις συμφοραῖς, ἀκέραιον αὐτῇ τὸ μαγίδιν ἀποδέδωκεν, ὅπερ κεκλασμένον ἦν λαβὼν.
6 Τοῦτο τὸ ἐξαίσιον θαῦμα ἐν τῷ αὐτῷ τόπω πᾶσιν ἐγένετο γνώριμον· ὥστε οἱ τοῦ τόπου ἐκείνου οἰκήτορες ἐν τῇ εἰσόδω τῆς αὐτόθι ἐκκλησίας τὸ ῥηθὲν μαγίδιν ἐκρέμασαν, πρὸς τὸ θεαθῆναι ὑπὸ πάντων τῶν εἰσιόντων καὶ ἐξιόντων ἐς δόξαν μὲν Θεοῦ, ἔπαινον δὲ τοῦ γνησίου αὐτοῦ δούλου Βενεδίκτου, καὶ τοῦ γνωσθῆναι πᾶσι τὴν ἐν αὐτῷ οἰκοῦσαν ἐκ νεαρᾶς ἡλικίας θείαν χάριν.
7 Ὅπερ σκεῦος πολλοῖς ἔτεσιν ἐν αὐτῇ τῇ εἰσόδω τοῦ σεβασμίου ναοῦ κρεμάμενον διήρκεσεν· ὥστε καὶ μέχρι τῆς τῶν Λογγοβάρδων ἐλεύσεως ὑπὸ πάντων ἐθεωρεῖτο. Ἀλλ᾽ φιλόθεός τε καὶ μισόδοξος Βενέδικτος, πλειὸνως τοῖς σωματικοῖς ἑαυτὸν ἐπεδίδου κόποις, βέλτιον εἶναι λογισάμενος τούτοις ἐντρυφᾷν, ἤπερ τοῖς ἀνθρωπίνοις ἐπαίνοις ἐπαίρεσθαι.
8 Εἶτα τὴν ἰδίαν λάθρα καταλιπὼν τροφὸν, ἐν τοῖς τῆς ἐρημίας τόποις σχολάζειν ᾑρετίσατο· καὶ καταλαβὼν [F. gr|κατέλαβεν]|gr τόπον τινὰ, ὃν ἐπιχωρίως ὀνομάζουσιΛάκκον, ὃς ἀπὸ τεσσαράκοντα μιλίων τῆς τῶν Ῥωμαίων διάκειται πόλεως, ἐν ᾧ πληθὺς ὑδάτων ἀναβλύζειν εἴωθεν, ἐξ οὗπερ λάκκου τῶν ὑδάτων πληθὺς εἰς διεξόδους ῥυάκων ἀποφέρεται.
9 Ἐν δὲ τῷ πορεύεσθαι τὸν τοῦ Θεοῦ ἄνθρωπον, μοναχός τις, Ῥωμανὸς τῷ ὀνόματι τοῦτον πορευόμενον θεασάμενος, καὶ ἐν ᾧ τόπω ἀπείη καταμαθὼν, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ ἐγνωκὼς, τὸ μὲν μυστήριον ἐν αὐτῷ ἐφύλαξε, βοήθειαν δὲ καὶ συνδρομὴν παρέσχεν αὐτῷ, ἐν οἷς ἂν χρεία ἀπῄτει.
10 Ἀμφιάσας αὐτὸν καὶ τὸ τῶν μοναχῶν ἅγιον σχῆμα, καὶ κατὰ τὸ δυνατὸν διηκόνει αὐτῷ ἐν ταῖς σωματικαῖς χρείαις. δὲ θεόφρων οὗτος ἀνὴρ, ἐν τῷ αὐτῷ τόπω ἐν στενοτάτω σπηλαίω ἑαυτὸν καθεῖρξε, καὶ ἐν τρισὶ χρόνοις, πλὴν Ῥωμανοῦ τοῦ μοναχοῦ, τοῖς ἀνθρώποις ἄγνωστος παντελῶς ὑπῆρχεν· ὅστις Ῥωμανὸς, οὐ μήκοθεν ἐν μοναστηρίω ὑπὸ τὸν τοῦ Ἀδεωδάτου πατρὸς κανόνα διῆγεν.
11 Ἀλλ᾽ εὐσεβῶς αὐτὸς τοῦ οἰκείου ἀββᾶ τὴν ὄψιν ὑπέκλεπτε, τῇ ὤρᾳ τῆς ἑστιάσεως, καὶ διὰ ῥητῶν τινων ἡμερῶν τῷ τοῦ Θεοῦ ἀνθρώπω Βενεδίκτω ἄρτον ἐκόμιζεν· ἐκ δὲ τοῦ μοναστηρίου Ῥωμανοῦ ὁδὸς οὐχ᾽ ὑπῆρχε φέρουσα ἐν τῷ τοῦ ὁσίου σπηλαίω, διότι ὑψηλότατος ὑπὲρ ἄνωθεν κρημνὸς ὑπῆρχεν, ἀλλ᾽ ἐκ τοῦ αὐτοῦ κρημνοῦ ἐν μακροτάτω σχοινίω Ῥωμανὸς κατάγειν αὐτῷ τὸν ἄρτον εἴθιστο.
12 Ἐν ᾧ σχοινίω σεμνὸν κώδωνα ἔθετο, δι᾽ αὐτοῦ σημαίνων τῷ ἁγίω τὴν αὐτοῦ παρουσίαν καὶ τὴν τοῦ ἄρτου ἐπαροχήν. Ἀλλ᾽ τῶν εὐσεβῶν ἐχθρὸς καὶ τῆς ἀρετῆς ἐπίβουλός τε καὶ βάσκανος δαίμων, τῷ μὲν Ῥωμανῷ διὰ τὴν τῆς ἀγάπης συμπαθῆ φιλοφροσύνην ἀντέκειτο, Βενεδίκτω δὲ τῷ σεβασμίω ἐφθόνει, διὰ τὴν τῆς χρείας ἔνδειαν, καὶ πρὸς Θεὸν εὐχάριστον γνώμην.
13 Βουλόμενος οὖν ταύτην ἀμβλῦναι , καὶ εἰς ῥᾳθυμίαν αὐτὸν ἀγαγεῖν, ἐν μιᾷ τῶν ἡμερῶν, ἐν ᾗ κατὰ τὸ συνῆθες Ῥωμανὸς τὸν ἄρτον διὰ τοῦ εἰρημένου σχοινίου τῷ ὁσίω ἐπεδίδου, τῶν ψυχῶν ἡμῶν ἐχθρὸς, ῥίψας λίθον τὸν κώδωνα συνέτριψεν.
14 τιμιώτατος δὲ Ῥωμανὸς ταῖς πρεπούσαις κατὰ Θεὸν ἐπινοίαις, οὐκ ἀπέστη τῆς θεαρέστου ἐκείνης διακονίας. Ὅτε δὲ ηὐδόκησεν παντοδύναμος Θεὸς τὸν μὲν Ῥωμανὸν τοῦ κόπου τῆς θεοφίλου ἐκείνης ὑπηρεσίας καταπαῦσαι, τὴν δὲ τοῦ μακαρίου πατρὸς Βενεδίκτου πολιτείαν εἰς πολλῶν ὠφέλειαν ἐπιδεῖξαι, μὴ συγχωρήσας ἐπὶ πολὺ τῷ μοδίω κρύπτεσθαι τὴν ἐξ αὐτοῦ ἀπαστράπτουσαν τῶν θαυμάτων, θείαν χάριν, τοῦτον ὑπεράνω τῆς λυχνίας ἔθετο, ὄπως λάμψῃ πᾶσι τοῖς οὗσιν ἐν τῷ οἴκω τοῦ Θεοῦ.
15 Πρεσβυτέρω γάρ τινι μήκοθεν διάγοντι τοῦ σπηλαίου, ἐν ᾧ ἀοίδιμος ἡσύχαζε Βενέδικτος, ἑτοιμασίαν ἑαυτῷ δαψιλῶν βρωμάτων πεποιηκότι, ἐν τῇ τοῦ ἁγίου πάσχα ἑορτῇ, δι᾽ ὀπτασίας κύριος ὀφθῆναι κατηξίωσε, λέγων· «Ἰδοὺ σὺ, πρεσβύτερε, ἐδεσμάτων πολυτέλειαν ἑαυτῷ ἑτοιμάζεις, δέ δοῦλός μου Βενέδικτος ὑπ᾽ ἐκείνω τῷ σπηλαίω διὰ τὴν πρὸς ἐμὲ ἀγάπην λιμῷ συνέχεται.
16 » Ὅστις παρευθὺ ἀναστὰς ἐν αὐτῇ τῇ ἑορτῇ τοῦ ἁγίου πάσχα, μεθ᾽ ὧνπερ ἑαυτῷ ἧν πεποιηκὼς ἐδεσμάτων, ἐν τῷ σπηλαίω ἐπορεύθη, καὶ τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐν τοῖς τῶν ὀρέων κρημνοῖς, ἐν ταῖς διορυγαῖς τῶν κοιλάδων, ἐν ταῖς ὀπαῖς τῆς γῆς γῆς ἐζήτει, ὃν ἐν τῷ σπηλαίω εὑρὼν ἠσπάσατο.
17 Γενομένης δὲ εὐχῆς παρ, ἀμφοτέρων, εὐλογήσαντες τόν Θεὸν ἐκάθισαν, θείοις λόγοις τὰς ἑαυτῶν ἐκτρέφοντες ψυχάς. Ἀναστὰς οὖν πρεσβύτερος παρεκάλει τὸν ἄγιον, λέγων· «Δεῦρο, πάτερ, μεταλάβωμεν τροφῆς, ὅτι σήμερον πάσχα ἐστί.
18 » Πρὸς ὃν ἀποκριθεὶς ἄνθρωπος τοῦ Θεοῦ, εἶπεν· «Οἷδα ὅτι πάσχα ἐστὶν, ὅτι θεωρῆσαί σε ἠξιώθην.» Ἠγνόει γὰρ ὄσιος, ὅτι ἀληθῶς τῆς ἀναστάσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Κριστοῦ ἑορτὴ ὑπῆρχεν.
19 δὲ εὐλαβέστατος πφεσβύτερος πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον εἴπεν· «Ἐπ᾽ ἀληθείας, πάτερ, σήμερον τῆς ἀναστάσεως τοῦ κυρίου ἡμῶν ἡμέρα ἐστὶ, καὶ νηστεύειν σε οὐδαμῶς ἁρμόζει. Καὶ γὰρ ἐγὼ ἐπὶ τούτω πρὸς σὲ ὑπὸ τοῦ Θεοῦ ἐστάλην ὅπως τῶν δωρεῶν αὐτοῦ ἀμφότεροι μεταλάβωμεν· «Εὐχαριστήσαντες οὖν τῷ Θεῷ, μετέσχον ἑκατεροι τροφῆς.
20 Τελεσθείσης δὲ τῆς πνευματικῆς εὐφρασίας, καὶ τῆς τῶν γραφῶν ἐπωφελοῦς διαλέξεως, ἀσπασαμενος αὐτὸν πρεσβύτερος , ἀνεχώρησε, δοξάζων τὸν Θεὸν ἐπὶ τῇ τοῦ δικαίου ἀκτημοσύνῃ.
21 Ἐν αὐτῶ; οὗν τῷ καιρῷ βοσκοί τινες τοῦτον ἐν τῷ σπηλαίω κρυπτόμενον ἑωρακότες, ἀμφιάσμασι δερματίνοις ἐνδεδυμένον, ἐδόκουν θηριον τι βλέπειν, καταλαβόμενοι δὲ αὐτὸν Θεοῦ δοῦλον ὑπαρχειν, τὴν ἑαυτῶν θηριώδη γνώμην ἀποβαλόντες.
22 εἰς συμπάθειαν μετετράπησαν. Διέθεεν οὖν περὶ αὐτοῦ ἔνθεος φήμη ἐν τοῖς γειτνιάζουσι τόποις. Ὡς ἐκ τούτου λοιπὸν πλεῖστοι παρέβαλον πρὸς αὐτὸν τὰς τοῦ σώματος χρείας ἐπιφερόμενοι· δὲ ὅσιος πατὴρ τοῖς πνευματικοῖς τούτους μαλλον διέτρεφε διδάγμασιν.
Gregorius Magnus HOME

bsb42114.67 csg213.32 csg214.12

Gregorius Magnus, Dialogi, 2, PROLOGUS_L <<<     >>> PRIMUM_L De capisterii fracti reparatione
monumenta.ch > Gregorius Magnus > 1G